ΑΝΤΙΓΟΝΟΣ Ο ΚΑΡΥΣΤΙΟΣ
Ο Αντίγονος ο Καρύστιος ( ca 250 π.Χ. — 197 π.Χ.) ήταν αρχαίος Έλληνας
Γλύπτης και Επιγραμματοποιός, και συγκεκριμένα Χαλκοπλάστης, από την Κάρυστο,
(Φαίνεται ότι την περίοδο αυτή ανθούσε στην Κάρυστο η χαλκοπλαστική)
ο οποίος έζησε στην Αθήνα και μετά στην Πέργαμο.
Ο Αντίγονος φιλοτέχνησε αρκετούς χάλκινους ανδριάντες, διακρίθηκε όμως και ως συγγραφέας.
Συνέγραψε μία Ιστορία της ζωγραφικής και της ανδριαντοποιίας, από την οποία άντλησε υλικό ο Πλίνιος (Nat. Hist. xxxiv 19), ενώ από το έργο του Βίοι φιλοσόφων περιέσωσε πολλά αποσπάσματα
ο Διογένης Λαέρτιος.
Διασώθηκε ακέραιο το έργο του Αντιγόνου ΙΣΤΟΡΙΩΝ ΠΑΡΑΔΟΞΩΝ ΣΥΝΑΓΩΓΗ,
αντιπροσωπευτικό έργο της παραδοξογραφίας. δηλαδή των παράδοξων της εποχής του.
Εξαιρετική μονογραφία για τον Αντίγονο τον Καρύστιο έγραψε ο μεγάλος Γερμανός φιλόλογος Ulrich von Wilamowitz-Moellendorff
Βιβλιογραφία
• Wilamowitz-Mollendorff: "Antigonus von Karystos" in Philologische Untersuchungen, iv (1881)
• Τα κείμενα του Αντιγόνου στο: Keller: Rerum Naturalium Scriptores Graeci Minores, i (1877)
• Kopke: De Antigono Carystio (1862)
Πηγή
• Ιωάννης Κακαβούλιας: Ελληνική Γραμματολογία (αρχαία και βυζαντινή), εκδ. Νικόδημος, Αθήνα, σελίδα 38
ΙΣΤΟΡΙΚΩΝ ΠΑΡΑΔΟΞΩΝ ΣΥΝΑΓΩΓΗ -ΙΣΤΟΡΙΚΟ
Ιστοριών παραδόξων συναγωγήέργο του.. Αντίγονου με θέμα.. Ιστορικό Σώζεται χρονολογία .. 3 αι πχ
ΑΝΤΙΓΟΝΟΥ ΙΣΤΟΡΙΩΝ ΠΑΡΑΔΟΞΩΝ ΣΥΝΑΓΩΓΗ
Έχει διασωθεί ολόκληρο το κείμενο του Αντίγονου του Καρύστιου!!!
-Τίμαιος ὁ τὰς Σικελικὰς ἱστορίας συγγεγραφὼς ἐν
Ῥηγί_ῳ φησὶ τοὺς Λοκροὺς καὶ τοὺς Ῥηγίνους ὁρίζοντος
Ἄληκος καλουμένου ποταμοῦ τῶν τεττίγων τοὺς μὲν ἐν τῇ
Λοκρικῇ ᾄδειν, τοὺς δὲ ἐν τῇ Ῥηγίνων ἀφώνους εἶναι.
λέγεται δέ τι τούτου μυθωδέστερον· ἀφικομένων γὰρ εἰς Δελφοὺς κιθαρῳδῶν
Ἀρίστωνος μὲν ἐκ Ῥηγίου, παρὰ δὲ Λοκρῶν Εὐνόμου,
καὶ περὶ τοῦ κλήρου πρὸς ἑαυτοὺς εἰς ἀντιλογίαν ἐλθόντων,
ὁ μὲν οὐκ ᾤετο δεῖν ἐλαττοῦσθαι, τῆς ὅλης
Ῥηγίνων ἀποικίας ἐκ Δελφῶν καὶ παρὰ τοῦ θεοῦ γεγενημένης,
ὁ δὲ κατέτρεχεν, ὅτι τὸ παράπαν οὐδὲ κιθαρῳδεῖν καθήκει,
παρ᾽ οἷς οὐδ᾽ οἱ τέττιγες ᾄδουσιν. εὐημερήσαντος δ᾽ οὖν τοῦ
Ῥηγίνου ἐν τῷ ἀγῶνι ἐνίκησεν Εὔνομος ὁ Λοκρὸς παρὰ
τοιαύτην αἰτίαν· ᾄδοντος αὐτοῦ μεταξὺ τέττιξ ἐπὶ τὴν λύραν
ἐπιπτὰς ᾖδεν, ἡ δὲ πανήγυρις ἀνεβόησεν ἐπὶ τῷ γεγονότι
καὶ ἐκέλευσεν ἐᾶν.
Καὶ ἄλλο δὲ παρὰ τοῖς Ῥηγίνοις τοιοῦτον ὡς μυθικὸν
ἱστορεῖται, ὅτι Ἡρακλῆς ἔν τινι τόπῳ τῆς χώρας κατακοιμηθεὶς
καὶ ἐνοχλούμενος ὑπὸ τῶν τεττίγων ηὔξατο αὐτοὺς
ἀφώνους γενέσθαι.
Καὶ ἐν Κεφαλληνίᾳ δὲ ποταμὸς διείργει, καὶ ἐπίταδε μὲν
γίνονται τέττιγες, ἐπέκεινα δὲ οὔ.
Οὐδ᾽ ἐν Σερίφῳ δὲ οἱ βάτραχοι φθέγγονται· καὶ μυθῶδες
καὶ παρὰ τοῖς Σεριφίοις ἐνίσχυσεν, πλὴν οἱ μὲν περὶ Ἡρακλέους, οἱ δὲ περὶ Περσέως.
Ὁ δὲ Μυρσίλος, ὁ τὰ Λεσβιακὰ συγγεγραφώς, φησὶν τῆς
Ἀντισσαίας, ἐν ᾧ τόπῳ μυθολογεῖται καὶ δείκνυται δὲ ὁ
τάφος ὑπὸ τῶν ἐγχωρίων τῆς τοῦ Ὀρφέως κεφαλῆς, τὰς
ἀηδόνας εἶναι εὐφωνοτέρας τῶν ἄλλων.
Πίπτοι δ᾽ ἂν τὸ γένος τῆς ἐκλογῆς εἰς τοὺς λεγομένους
ἐν τῇ Ἀττικῇ καὶ Βοιωτίᾳ πέρδικας, ὧν τοὺς μὲν εὐφώνους,
τοὺς δὲ τελείως ἰσχνοφώνους ὁμολογεῖται γίγνεσθαι.
Ἴδιον δὲ καὶ τὸ περὶ τὰ ἔντερα τῶν προβάτων· τὰ μὲν
γὰρ τῶν κριῶν ἐστιν ἄφωνα, τὰ δὲ τῶν θηλέων εὔφωνα.
ὅθεν καὶ τὸν ποιητὴν ὑπολάβοι τις εἰρηκέναι, πολυπράγμονα
πανταχοῦ καὶ περιττὸν ὄντα, ἑπτὰ δὲ θηλυτέρων ὀΐων ἐτανύσσατο χορδάς.
Οὐχ ἧττον δὲ τούτου θαυμαστόν, καθωμιλημένον δὲ
μᾶλλον τὸ περὶ τὴν ἐν τῇ Σικελίᾳ ἄκανθαν τὴν καλουμένην
κάκτον· εἰς ἣν ὅταν ἔλαφος ἐμβῇ καὶ τραυματισθῇ, τὰ ὀστᾶ
ἄφωνα καὶ ἄχρηστα πρὸς αὐλοὺς ἴσχει.
ὅθεν καὶ ὁ Φιλητᾶς ἐξηγήσατο περὶ αὐτῆς εἴπας·
γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ζωὴν ὀλέσασα,
ὀξείης κάκτου τύμμα φυλαξαμένη.
Ἐν δὲ ταῖς τῶν Λημνίων νήσοις ταῖς καλουμέναις Νέαις
πέρδικες οὐ γίνονται, ἀλλὰ κἂν κομίσῃ τις ἀπόλλυνται.
ἔνιοι δὲ τούτου τερατωδέστερον ἱστοροῦσιν, ὅτι κἂν ἴδωσιν
τὴν χώραν.
Τῆς δὲ Βοιωτίας ἐχούσης πλήθει πολλοὺς ἀσπάλακας,
ἐν τῇ Κορωνικῇ μόνῃ οὐ γίνεσθαι τοῦτο τὸ ζῷον, ἀλλὰ κἂν
εἰσαχθῇ τελευτᾶν.
καθάπερ οἱ _λύκοι καὶ α_ἱ γλαῦκες ἐν Κρήτῃ, ἐν ᾗ λέγουσιν
οὐδὲ ζῷον θανάσιμον οὐδὲν τὴν χώραν φέρειν.
Ἐν Ἀστυπαλαίᾳ δὲ ὄφεις οὐ γίνονται, οὐδὲ ἐν Ἰθάκῃ
λαγῶς, οὐδὲ ἐν Λιβύῃ ὗς ἀγρία οὐδὲ ἔλαφοι, οὐδ᾽ ἐν Ῥηνείᾳ
τῇ πρὸς Δήλῳ γαλῆ, οὐδὲ μελεαγρὶς οὐδαμοῦ ἄλλῃ _ἢ ἐν
Λέρ_ῳ ὁρᾶται.
Ἀμελησαγόρας δὲ ὁ Ἀθηναῖος, ὁ τὴν Ἀτθίδα συγγεγραφώς,
οὔ φησι κορώνην προσίπτασθαι πρὸς τὴν ἀκρόπολιν,
οὐδ᾽ ἔχοι ἂν εἰπεῖν ἑωρακὼς οὐδείς.
ἀποδίδωσιν δὲ τὴν αἰτίαν μυθικῶς. φησὶν γάρ,
Ἡφαίστῳ δοθείσης τῆς Ἀθηνᾶς, συγκατακλιθεῖσαν αὐτὴν ἀφανισθῆναι,
τὸν δὲ Ἥφαιστον εἰς γῆν πεσόντα προΐεσθαι τὸ σπέρμα,
τὴν δὲ γῆν ὕστερον αὐτῷ ἀναδοῦναι Ἐριχθόνιον,
ὃν τρέφειν τὴν Ἀθηνᾶν καὶ εἰς κίστην καθεῖρξαι καὶ παραθέσθαι
ταῖς Κέκροπος παισίν, Ἀγραύλῳ καὶ Πανδρόσῳ καὶ Ἕρσῃ,
καὶ ἐπιτάξαι μὴ ἀνοίγειν τὴν κίστην,
ἕως ἂν αὐτὴ ἔλθῃ. ἀφικομένην δὲ εἰς Πελλήνην φέρειν ὄρος,
ἵνα ἔρυμα πρὸ τῆς ἀκροπόλεως ποιήσῃ, τὰς δὲ Κέκροπος
θυγατέρας τὰς δύο, Ἄγραυλον καὶ Πάνδροσον, τὴν κίστην
ἀνοῖξαι καὶ ἰδεῖν δράκοντας δύο περὶ τὸν Ἐριχθόνιον· τῇ
δὲ Ἀθηνᾷ φερούσῃ τὸ ὄρος, ὃ νῦν καλεῖται Λυκαβηττός,
κορώνην φησὶν ἀπαντῆσαι καὶ εἰπεῖν ὅτι Ἐριχθόνιος ἐν
φανερῷ, τὴν δὲ ἀκούσασαν ῥίψαι τὸ ὄρος ὅπου νῦν ἐστιν, τῇ
δὲ κορώνῃ διὰ τὴν κακαγγελίαν εἰπεῖν ὡς εἰς ἀκρόπολιν οὐ
θέμις αὐτῇ ἔσται ἀφικέσθαι.
Οὐδὲ κατὰ τὴν Σκυθῶν χώραν, ὁμοίως δὲ οὐδὲ κατὰ
τὴν Ἠλείαν ἡμίονος οὐ γεννᾶται.
Θεόπομπος δέ φησιν κατὰ τοὺς ἐν Θρᾴκῃ Χαλκιδεῖς εἶναί
τινα τόπον τοιοῦτον, εἰς ὃν ὅ τι μὲν ἂν τῶν ἄλλων ζῴων εἰσέλθῃ,
πάλιν ἀπαθὲς ἀπέρχεται, τῶν δὲ κανθάρων οὐδεὶς διαφεύγει,
κύκλῳ δὲ στρεφόμενοι τελευτῶσιν αὐτοῦ· διὸ δὴ καὶ τὸ χωρίον
ὀνομάζεσθαι Κανθαρώλεθρον.
Ἐν δὲ Κράννωνι τῆς Θετταλίας δύο φασὶν μόνον
εἶναι κόρακας· διὸ καὶ ἐπὶ τῶν προξενιῶν τῶν ἀναγραφομένων
τὸ παράσημον τῆς πόλεως, καθάπερ ἐστὶν ἔθιμον πᾶσι προσπα-
ρατιθέναι, ὑπογράφονται δύο κόρακες ἐφ᾽ ἁμαξίου χαλκοῦ
διὰ τὸ μηδέποτε πλείους τούτων ὦφθαι.
ἡ δὲ ἅμαξα προσπαράκειται διὰ τοιαύτην αἰτίαν - ξένον γὰρ ἴσως ἂν καὶ
τοῦτο φανείη - ἔστιν αὐτοῖς __ἡ ἀνακειμένη χαλκῆ, ἥν, ὅταν
αὐχμὸς ᾖ, σείοντες ὕδωρ αἰτοῦνται τὸν θεόν, καί φασι γίνεσθαι.
τούτου δέ τι ἰδιώτερον ὁ Θεόπομπος λέγει· φησὶν γὰρ
ἕως τούτου διατρίβειν αὐτοὺς ἐν τῷ Κράννωνι, ἕως ἂν τοὺς
νεοττοὺς ἐκνεοττεύσωσιν, τοῦτο δὲ ποιήσαντας
τοὺς μὲν νεοττοὺς καταλείπειν, αὐτοὺς δὲ ἀνιέναι.
Καὶ ἐν Ἐκβατάνοις δὲ καὶ ἐν Πέρσαις Κτησίας ἱστορεῖ
παραπλήσιόν τι τούτοις. διὰ δὲ τὸ αὐτὸν πολλὰ ψεύδεσθαι
παρελείπομεν τὴν ἐκλογήν· καὶ γὰρ ἐφαίνετο τερατώδης.
Μυρσίλος δὲ ὁ Λέσβιος ἐν τῷ ὄρει φησὶ Λεπετύμνῳ
ἱερὸν Ἀπόλλωνος εἶναι καὶ ἡρῷον Λεπετύμνου,
ἐφ᾽ ᾧ, καθάπερ ἐν τῷ Κράννωνι, δύο μόνον εἶναι κόρακας ὄντων
οὐκ ὀλίγων ἐν τοῖς πλησίον τόποις.
Ἐν Λάτμῳ δὲ τῆς Καρίας φησὶν Ἀριστοτέλης
τοὺς σκορπίους, ἐὰν μὲν τῶν ξένων τινὰ πατάξωσιν, μετρίως
λυπεῖν, ἐὰν δὲ τῶν ἐγχωρίων, ἕως θανάτου κατατείνειν.
Τῶν δὲ Λιβύων καλοῦνται Ψύλλοι τινές, παρ᾽ οἷς
ἀνάπαλίν τι γίνεται τούτου· ὑπὸ γὰρ τῶν ἀσπίδων οὗτοι μὲν
οὐδὲν πάσχουσιν τυπτόμενοι, τῶν δὲ λοιπῶν οὐκ ἔστιν ὅστις
διαφεύγει δηχθείς.
Ἐν Λυκίᾳ φύεταί τι αἰγόλεθρον, ὃ τῶν μὲν ἐγχωρίων
αἰγῶν οὐδεμία γεύεται, ξένη δ᾽ ὅταν ἐμπέσῃ καὶ διὰ τὴν
ἄγνοιαν φάγῃ τῆς βοτάνης, ἀπόλλυται διαφθαρεῖσα τὸν καλού-
μενον ἐχῖνον τῆς κοιλίας.
Τῆς δὲ Καρυστίας καὶ τῆς Ἀνδρίας χώρας
ἐστὶν πλησίον νῆσος, ἡ καλουμένη Γύαρος· ἐνταῦθα οἱ μύες
διατρώγουσιν τὸν σίδηρον.
ἐν Κέῳ τῇ νήσῳ θανάσιμός
ἐστιν ἡ ἄχερδος· κἂν εἰς ἄλλο δένδρον ἐμπήξῃς, ἀφαυαίνει.
Ποιεῖ δὲ αὐτὸ τοῦτο καὶ τὸ τῆς τρυγόνος κέντρον
τῆς θαλαττίας· καὶ ἐὰν εἰς τοὺς ὀδόντας ἅψῃ, κατασήπει.
Ἴδια δὲ καὶ περὶ τὰς συγκρίσεις καὶ ἀλλοιώσεις
τῶν ζῴων, ἔτι δὲ γενέσεις, οἷον ἐν Αἰγύπτῳ τὸν βοῦν ἐὰν
κατορύξῃς ἐν τόποις τισίν, ὥστε αὐτὰ τὰ κέρατα τῆς γῆς
ὑπερέχειν, εἶθ᾽ ὕστερον ἀποπρίσῃς, λέγουσιν μελίττας ἐκπέτεσθαι·
σαπέντα γὰρ αὐτὸν εἰς τοῦτο διαλύεσθαι τὸ ζῷον.
ᾧ καὶ φαίνεται Φιλητᾶς προσέχειν, ἱκανῶς ὢν περίεργος·
προσαγορεύει οὖν αὐτὰς βουγενεῖς λέγων·
βουγενέας φάμενος προσεβήσαο μακρὰ μελίσσας.
φασὶ δὲ καὶ τὸν κροκόδειλον σκορπίους γεννᾶν.
καὶ ἐκ τῶν ἵππων σφῆκας γεννᾶσθαι.
καί τις Ἀρχέλαος Αἰγύπτιος τῶν ἐν ἐπιγράμμασιν ἐξηγουμένων
τὰ παράδοξα τῷ Πτολεμαίῳ περὶ μὲν τῶν σκορπίων οὕτως εἴρηκεν·
εἰς ὑμᾶς κροκόδειλον ἀποφθίμενον διαλύει,
σκορπίοι, ἡ πάντα ζῳοθετοῦσα φύσις.
περὶ δὲ τῶν σφηκῶν·
ἐκ νέκυος ταύτην ἵππου γράψασθε γενέθλην,
σφῆκας· ἴδ᾽ ἐξ οἵων οἷα τίθησι φύσις.
ὁ δὲ Ἀριστοτέλης καὶ ἐκ τῶν σισυμβρίων φησὶν
σαπέντων σκορπίους γίνεσθαι.
Οὐχ ἧττον δὲ τούτων θαυμάσια τὰ φθαρτὰ κατὰ
τῶν ὠφελούντων, οἷον ὁ γαλεώτης, ὅταν ἐκδύῃ τὸ γῆρας,
ἐπιστραφεὶς κατέπιεν· ἐπιληψίας γάρ ἐστιν, φασίν,
ὡς ὁ Ἀριστοτέλης καταγράφει, φάρμακον.
ὡσαύτως δ᾽ ἡ φώκη
λέγεται ἐξεμεῖν τὸν ὀρρόν· καὶ γὰρ τοῦτον πρὸς τὴν αὐτὴν
ἀρρωστίαν χρήσιμον.
τὰς δὲ ἵππους τὸ ἐπιφυόμενον τοῖς
ἐμβρύοις ἱππομανὲς ἀπεσθίειν· γίνεσθαι δὲ τοῦτο ἐπὶ τοῦ
μετώπου καὶ πρὸς πολλὰ ζητεῖσθαι.
τὴν δὲ ἔλαφον τὸ
δεξιὸν κέρας κατορύσσειν· εἶναι δὲ καὶ τοῦτο ἐν πολλοῖς
χρήσιμον. ταῦτα μὲν οὖν, εἴτε κατὰ προαίρεσιν εἴτε κατὰ τύχην
οὕτως ἔχει, πολλῆς ἐστιν ἐπιστάσεως δεόμενα.
Ὁ δὲ πολύπους ἐν τῷ χειμῶνι τὰς πλεκτάνας
αὐτοῦ κατεσθίει· τοῦτ᾽ ἔστιν
ἤματι χειμερίῳ, ὅτ᾽ ἀνόστεος ὃν πόδα τένδει.
τῶν δὲ γαλεῶν τὰ ἔμβρυα ἐξιόντα ἐκ τῆς κοιλίας νέμεται
καὶ πάλιν εἰσδύεται κατὰ τὸ στόμα.
ἡ δὲ λέαινα δὶς οὐ κυίσκεται· τοῖς γὰρ ἐμβρύοις,
ὥς φησιν Ἡρόδοτος, συνεκβάλλει τὰς μήτρας.
οὐδὲ ἔχιδνα δίς· ἐσθίει γὰρ αὐτῆς τὴν κοιλίαν τὰ ἔμβρυα.
Ἡ νυκτερὶς δὲ μόνον τῶν ὀρνέων ὀδόντας ἔχει
καὶ μαστοὺς καὶ γάλα.
φησὶν δὲ ὁ Ἀριστοτέλης καὶ φώκην
καὶ φάλαιναν ἴσχειν γάλα.
τούτων δὲ οὐχ ἧττον καταγράφει τερατῶδες·
ἐν Λήμνῳ γάρ φησιν ἀμελχθῆναι γάλα τράγου τοσοῦτον,
ὥστε τροφαλίδας γενέσθαι.
Τῶν δὲ ἀλκυόνων οἱ ἄρσενες κηρύλοι καλοῦνται·
ὅταν οὖν ὑπὸ τοῦ γήρως ἀσθενήσωσιν καὶ μηκέτι δύνωνται
πέτεσθαι, φέρουσιν αὐτοὺς αἱ θήλειαι ἐπὶ τῶν πτερῶν λαβοῦσαι.
καὶ ἔστι τὸ ὑπὸ τοῦ Ἀλκμᾶνος λεγόμενον τούτῳ
συνῳκειωμένον· φησὶν γὰρ ἀσθενὴς ὢν διὰ τὸ γῆρας καὶ τοῖς
χοροῖς οὐ δυνάμενος συμπεριφέρεσθαι οὐδὲ τῇ τῶν παρθένων
ὀρχήσει·
οὔ μ᾽ ἔτι, παρθενικαὶ μελιγάρυες, ἱερόφωνοι,
γυῖα φέρειν δύναται· βάλε δὴ βάλε κηρύλος εἴην,
ὅς τ᾽ ἐπὶ κύματος ἄνθος ἅμ᾽ ἀλκυόνεσσι ποτῆται
νηλεὲς ἦτορ ἔχων, ἁλιπόρφυρος ἱερὸς ὄρνις.
Ἱκανῶς δὲ καὶ ὁ ποιητὴς λέγεται παρὰ πάντων
ἐπιμελὴς καὶ πολυπράγμων εἶναι· ὁ γὰρ Ὀδυσσεὺς ἐπιφερομένων
αὐτῷ τῶν κυνῶν ἐν τῇ πρὸς τὸν συβώτην ἀναβάσει
ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
οὐ γάρ φασιν, ὅταν διωκόμενός τις συγκαθίσῃ, ἀδικεῖν τοὺς
κύνας.
Θαυμαστὰ δὲ καὶ τὰ τοῖς τόποις συναφομοιούμενα,
οἷον ὅ τε πολύπους· γίνεται γὰρ ἀδιάγνωστος τῷ χρώματι
τοῦ ἐδάφους καὶ παντὸς ᾧ ἂν περιπλακῇ, ὥστε εἶναι
δύσεργον αὐτοῦ τὴν θήραν.
ὅθεν δῆλον καὶ ὁ ποιητὴς τὸ
θρυλούμενον ἔγραψεν·
πουλύποδός μοι, τέκνον, ἔχων ἐν στήθεσι θυμόν,
τοῖσιν ἐφαρμόζου, τῶν κεν κατὰ δῆμον ἵκηα,ι.
Γίνεται δὲ ταὐτὸν καὶ περὶ τὸν χαμαιλέοντα· καὶ
γὰρ τοῖς στελέχεσι τῶν δένδρων καὶ τοῖς φύλλοις καὶ τῇ
γῇ τὸν αὐτὸν τρόπον ἅπαντι τόπῳ συμμεταβάλλει τὴν χροιάν.
Ἀριστοτέλης δέ φησι καὶ τὸν καλούμενον τάρανδον
τοῦτο πάσχειν, ὄντα τετράπουν καὶ σχεδὸν ἴσον ὄνῳ καὶ παχύδερμον
καὶ τετριχωμένον, καὶ θαυμαστὸν εἶναι πῶς αἱ τρίχες
οὕτως ὀξέως ἀλλοιοῦνται.
Γίνεται δὲ καὶ βοτάνη τις, ἣ καλεῖται τριπόλιον·
φύεται δ᾽ ἐν τοῖς ἐπιθαλαττίοις ἐπὶ τῶν πετρῶν, ἀφίησι δὲ
ἄνθος, ὃ τῆς ἡμέρας τρὶς μεταστρέφεται τὸ χρῶμα· γίνεται δὲ
ὁτὲ μὲν λευκόν, ὁτὲ δὲ φοινικοῦν, ὁτὲ δὲ μήλινον.
Καὶ μὴν τάς τε λοιπὰς ἐντρεχείας τῶν ζῴων, οἷον ἐν
μάχαις, ἐν θεραπείαις τραυμάτων, ἐν παρασκευαῖς τῶν πρὸς
τὸν βίον ἀναγκαίων, ἐν φιλοστοργίαις, ἐν μνήμαις,
ἀκριβέστατ᾽ ἄν τις ἐκ τῆς τοῦ Ἀριστοτέλους συναγωγῆς καταμάθοι,
ἐξ ἧς ἡμεῖς πρῶτον ποιησόμεθα τὴν ἐκλογήν.
Φησὶν περὶ Κωνώπιον τῆς Μαιώτιδος λίμνης τοὺς
λύκους παρὰ τῶν ἁλιέων λαμβάνοντας τροφὴν φυλάττειν τὴν
θήραν· ἂν δ᾽ ὑπολάβωσίν τι ἀδικεῖσθαι, λυμαίνεσθαι τὰ λίνα
καὶ τοὺς ἰχθύας αὐτῶν.
Ἐν Θρᾴκῃ δ᾽ ἐν τῇ κληθείσῃ ποτὲ Κεδριπόλει τοὺς
ἀνθρώπους καὶ τοὺς ἱέρακας κοινῇ θηρεύειν τὰ ὀρνιθάρια·
τοὺς μὲν γὰρ σοβεῖν τοῖς ξύλοις, τοὺς δὲ ἱέρακας καταδιώκειν,
τὰ δὲ φεύγοντα εἰς τοὺς ἀνθρώπους ἐμπίπτειν· διὸ
καὶ μεταδιδόναι τοῖς ἱέραξιν αὐτοὺς τῶν ληφθέντων.
Τὰς δ᾽ ἐλάφους λέγει τίκτειν παρὰ τὰς ὁδούς,
φευγούσας τὰ θηρία· ἥκιστα γὰρ ἐπιτίθεσθαι τοὺς λύκους
ἐνθάδε· ἄγειν δὲ καὶ τὰ τέκνα ἐπὶ τῶν σταθμῶν, ἐθιζούσας
οὗ δεῖ ἀποφεύγειν· εἶναι δὲ τοῦτο πέτραν ἀπορρῶγα, μίαν
ἔχουσαν _εἴ_σοδον.
ἤδη δὲ εἰλῆφθαι ἀχαιΐνην ἔλαφον
κιττὸν ἔχουσαν ἐπὶ τῶν κεράτων ὡς ἂν ἐνύγρων ὄντων.
ἁλίσκεσθαι δὲ ἐλάφους καὶ συριττόντων καὶ ᾀδόντων, ὥστε
καὶ κατακλίνεσθαι ὑπὸ τῆς ἡδονῆς.
Τὰς δ᾽ ἐν Κρήτῃ αἶγας τὰς ἀγρίας, ὅταν τοξευθῶσιν,
ζητεῖν τὴν δίκταμνον· δοκεῖ γὰρ ἐκβλητικὸν εἶναι τῶν βελῶν.
Τὴν δὲ πάρδαλιν φάναι τινὰς κατανενοηκυῖαν, ὅτι
τὰ ζῷα τῇ ὀσμῇ αὐτῆς χαίρει, ἀποκρύπτειν ἑαυτὴν καὶ οὕτως
θηρεύειν τὰ προσπορευόμενα ἐγγύς.
Τὸν δὲ ἰχνεύμονα, ὅταν ἴδῃ ὄφιν τὴν ἀσπίδα, οὐ
πρότερον ἐπιτίθεσθαι πρὶν καλέσαι βοηθοὺς ἄλλους· πρὸς δὲ
τὰ δήγματα καὶ τὰς πληγὰς πηλῷ καταπλάττειν ἑαυτούς·
βρέξαντας γὰρ τὸ σῶμα κυλίεσθαι ἐν τῷ κονιορτῷ.
Τῶν δὲ κροκοδείλων λέγει τοὺς τροχίλους ἐκκαθαίρειν
τοὺς ὀδόντας καὶ ἀπὸ τούτων τρέφεσθαι·
τὸν δὲ ὠφελούμενον αἰσθάνεσθαι, καὶ ὅταν ἐξελθεῖν βούληται
ὁ τροχίλος, τὸν αὐχένα κινεῖν, ἵνα μὴ συνδηχθῇ.
Τὴν δὲ χελώνην, ὅταν ὄφεως φάγῃ, ἐπεσθίειν ὀριγάνου.
καί ποτέ τινος παρατηρήσαντος καὶ ἐκτίλαντος τὴν ὀρίγανον
οὐκ ἔχουσαν ἐπιφαγεῖν τελευτῆσαι.
Τὴν δὲ γαλῆν, ὅταν μάχηται μετὰ τοῦ ὄφεως, τοῦ
πηγάνου προεσθίειν· πολέμιον γὰρ εἶναι τῷ ὄφει τὴν ὀσμήν.
καὶ πρὸς τὰς πληγὰς δὲ τοῦ ὄφεως βοηθεῖ τὸ πήγανον ἐν
ἀκράτῳ διηθηθὲν καὶ ποθέν.
καὶ γὰρ ὗς ὅταν ὑπὸ ὄφεως
δηχθῇ, φέρεται εὐθέως ἐπὶ τοὺς ποταμοὺς καὶ ζητεῖ τὸν καρ-
κίνον· ἔστιν δὲ καὶ τοῦτο τῶν καταγραφομένων καὶ βοηθεῖ
πρὸς τὰς πληγὰς τοῦ ὄφεως ἰσχυρῶς.
Ἡ φάττα δέ, ὅταν πληγῇ, τὴν ὀρίγανον ἔσαξεν εἰς
τὸ ἕλκος καὶ γίνεται τοῦτον τὸν τρόπον ὑγιής.
Ὁ δ᾽ οὖν Ἀριστοτέλης τὴν χελιδόνα φησὶν ἐν
τῇ σκηνοποιίᾳ συγκαταπλέκειν τοῖς κάρφεσιν τὸν πηλόν, κἂν
ἐλλίπῃ πηλός, βρέχουσαν αὑτὴν κυλίεσθαι καὶ ταῖς πτέρυξιν
ἀναλαμβάνειν, στιβαδοποιεῖσθαί τε καθάπερ ἄνθρωπον κάτω-
θεν ὑποτιθεῖσαν τὰ σκληρά.
τοῖς τε νεοττοῖς τὴν τροφὴν διδόναι κατὰ μέρος,
παρατηροῦσαν ἵνα μὴ δὶς τοῖς αὐτοῖς δῷ.
τὴν δὲ κόπρον μικρῶν μὲν ὄντων αὐτὴν ἐκβάλλειν,
αὐξηθέντων δὲ διδάσκειν ἔξω στραφέντα τὰ νεόττια ἀφοδεύειν.
Τὰς δὲ περιστερὰς οὐ θέλειν πλείοσιν συνευνάζεσθαι
οὐδὲ προλείπειν τὴν συνουσίαν, ἐὰν μὴ χῆρος ἢ χήρα γένηται.
τοῖς δὲ νεοττοῖς τῆς ἁλμυριζούσης γῆς διαμασησαμένας εἰσπτύειν
εἰς τὸ στόμα προπαρασκευαζούσας τροφήν.
Τοὺς δὲ πέρδικας, ὅταν θηρεύῃ τις τοὺς νεοττούς,
προκυλίεσθαι τοῦ θηρεύοντος ὡς ἐπιλήπτους ὄντας
καὶ ἐπισπᾶσθαι, ἕως ἂν διαδρᾷ τὰ νεόττια.
διὰ δὲ τὸ εἶναι ἀφροδισιαστικοὺς λυμαίνεσθαι τὰ ᾠά,
ἵνα μὴ ἐπῳάζῃ ἡ θήλεια,
τὴν δὲ ἀντιμηχανᾶσθαι καὶ διαδρᾶσαν τίκτειν.
τοὺς δὲ χήρους μάχεσθαι πρὸς αὑτούς, τὸν δὲ ἡττηθέντα ἀκολουθεῖν
ὀχευόμενον ὑπὸ μόνου τούτου.
Τὰς δὲ γεράνους εἰς ὕψος πέτεσθαι, ἵνα καθορῶσιν
μακράν, κἂν ἴδωσιν νέφη καὶ συστροφὴν ἡσυχάζειν·
ἔχειν δὲ καὶ ἡγεμόνα· τὰς μὲν οὖν ἄλλας καθεύδειν ὑπὸ τὴν πτέρυγα
τὰς κεφαλὰς θείσας, τὸν δὲ ἡγεμόνα γυμνὴν ἔχειν προορώμενον, κἂν αἴσθηταί _τ_ι σημαίνειν ταῖς ἄλλαις βοῶντα.
Τοὺς δὲ πελεκᾶνας τάς τε λείας _καὶ μεγάλα_ς
κόγχας καταπίνειν ἱστορεῖ, ἔπειτα ὀλίγον κατασχόντας ἐν τῷ
ἄνω τῆς κοιλίας ἐξεμεῖν κεχηνυίας, εἶτα οὕτω τὰ κρέα ἐξαιροῦντας ἐσθίειν.
Γυπὸς δὲ λέγεται ὑπό τινων ὅτι οὐδεὶς ἑώρακε
νεοττὸν οὐδὲ νεοττείαν.
διὸ καὶ Ἡρόδωρον τὸν Βρύσωνος
τοῦ σοφιστοῦ πατέρα ἀπό τινος αὐτοὺς ἑτέρας φάναι γῆς
εἶναι μετεώρου. τίκτειν δ᾽ οὖν ἐν ἀπροσβάτοις πέτραις.
Λέγειν δέ τινας καὶ τὸ κιννάμμωμον ὄρνεον εἶναι
καὶ τὰ ἀρώματα φέρειν καὶ τὰς νεοττείας ἐκ τούτου ποιεῖσθαι.
νεοττεύειν δ᾽ ἐφ᾽ ὑψηλῶν δένδρων καὶ ἀβάτων, τοὺς δὲ
ἐγχωρίους μόλιβδον τοῖς ὀϊστοῖς προστιθέντας τοξεύειν καὶ
καταρρηγνύειν τὰς νεοττείας.
Τὸν δὲ κόκκυγα δοκεῖν ὑποβολιμαίους τοὺς νεοττοὺς
ποιεῖν διὰ τὸ δειλὸν εἶναι καὶ μὴ δύνασθαι ἀμύνειν· τίλλεσθαι
γὰρ ὑπὸ τῶν ἐλαχίστων. τὰ δὲ ὑποδεξάμενα τῶν ὀρνέων
ἐκβάλλειν τοὺς ἑαυτῶν νεοττοὺς διὰ τὸ καλὸν εἶναι τὸν τοῦ
κόκκυγος.
Τὸν δ᾽ αἴγιθον αἶγα θηλάζειν προσπετόμενον,
ὅθεν καὶ τὴν προσηγορίαν εἰληφέναι· τὸν δὲ μαστὸν ὅταν θη-
λάσῃ _ἀποσβέννυσθαί τε καὶ τὴν αἶγα ἀποτυφλοῦσθαι.
ἔστι δὲ χωλὸν τὸ ὄρνεον, ὅθεν καὶ Καλλίμαχος ὁ ἐκ τῆς
Αἰγύπτου περίτρανος εἶναι βουλόμενος ἔφησεν προείπας ὑπὲρ
ἄλλου τινὸς ὀρνέου· αἴγιθος ἀμφιγυήεις. οὐ σῴζεται οὖν
αὐτῷ ὁ λόγος· ἔστι γὰρ οὐκ ἀμφότερα χωλόν. τὸ δ᾽ ἀμφιγυήεις
οὐ τοιοῦτον, ἀλλ᾽ ὡς ἐπὶ τοῦ Ἡφαίστου εἴρηται, ὅταν ἑκατέ-
ρους ᾖ κεχωλωμένος. περὶ μὲν οὖν τοῦ Καλλιμάχου διὰ τὸ
ἀπίθανον προήχθημεν εἰπεῖν.
Ὁ δὲ Ἀριστοτέλης φησὶν τῷ ἀετῷ γηράσκοντι τὸ ῥύγχος
αὐξάνεσθαι καὶ γαμψοῦσθαι καὶ τέλος ἀποθνῄσκειν λιμῷ.
τὴν φήνην δὲ τοὺς ἐκβληθέντας τῶν νεοττῶν ὑπὸ
τοῦ ἀετοῦ λαμβάνειν καὶ ἐκτρέφειν.
τὸν δὲ ἁλιαίετον ἐπαναγκάζειν τὰ τέκνα ἔτι ψιλὰ ὄντα πρὸς τὸν ἥλιον βλέπειν,
τὸ δὲ δακρύον αὐτῶν καὶ μὴ θέλον ἀντοφθαλμεῖν ἀποκτείνειν.
Τῶν ἰχθύων δὲ τὸν ἁλιέα καλούμενον βάτραχον
θηρεύειν τὰ ἰχθύδια τοῖς ἀπὸ τῶν ὀφθαλμῶν ἀποκρεμαμένοις,
ὧν τὸ μὲν μῆκός ἐστιν τριχοειδές, ἐπ᾽ ἄκρου δὲ προσκείμενον
ὥσπερ δέλεαρ στρογγύλον· τοῦτ᾽ οὖν κρύψαντα ἑαυτὸν προ-
τείνειν.
Τὴν δὲ νάρκην καθαμμίσασαν ἑαυτὴν τὰ μὴ δυνάμεννα
τῶν ἰχθύων, ὅταν σύνεγγυς ᾖ, κολυμβᾶν διὰ τὴν νάρκησιν
συλλαμβάνειν.
Τὰς δὲ καλουμένας ἀλώπεκας, ὅταν αἴσθωνται ὅτι
τὸ ἄγκιστρον καταπεπώκασιν, ἀναδραμούσας ἄνωθεν τῆς
ὁρμιᾶς ἀποτρώγειν.
Τὸν δὲ πολύποδα κατατίθεσθαι τροφὴν εἰς τὰς
θαλάμας, καὶ ὅταν τὰ χρήσιμα ἀναλώσῃ, τὰ ἀχρεῖα ἐκβάλλειν,
καὶ τὰ συνερχόμενα τῶν ἰχθυδίων ἐπὶ τὰ ἐκβεβλημένα θηρεύειν
ποιοῦντα τὸ χρῶμα παραπλήσιον οἷς ἂν ἐγγὺς ᾖ λίθοις·
καὶ
ὅταν φοβηθῇ δὲ ταὐτὸ ποιεῖν τοῦτο.
Ἰδὲ καὶ τὸν ναυτίλον πολύποδα οἷς ποιεῖ περιττόν·
ἔχει μὲν γὰρ ὄστρακον, ὃ καταστρέψας ἀναφέρεται, ἵνα ῥᾴδιον
ἀνενεχθῇ κενόν· ἄνωθεν δὲ γενόμενον μεταστρέφειν. ἔχειν
δὲ μεταξὺ τῶν πλεκτανῶν ἔτι τι συνυφὲς οἷον ὑμένα, καὶ
τούτῳ, ὅταν πνευμάτιον ᾖ, ὥσπερ ἱστίῳ χρῆσθαι, ἀντὶ πηδαλίων δὲ δύο παρακαθιέναι τῶν πλεκτανῶν.
Τὰς δὲ μελίττας θυμιωμένας ὑπὸ τοῦ καπνοῦ
καὶ κακοπαθούσας τότε μάλιστα μὲν μέλι ἐσθίειν, τὸν δὲ
λοιπὸν χρόνον φείδεσθαι, ὡς τροφῆς χάριν ἀποτιθεμένας.
τοῖς ἀπὸ τῶν δένδρων δὲ δακρύοις διαχρίειν τὸ σμῆνος τῶν
ἄλλων ἕνεκεν θηρίων.
ἃς δὲ ἂν ἀποκτείνωσιν αἱ χρησταὶ
μέλιτται, πειρᾶσθαι μὲν αὐτὰς ἔξω τοῦτο ποιεῖν· ἐὰν δὲ ἔσω
τοῦ σμήνους ἀποκτείνωσιν, ἐκφέρειν.
τοὺς δὲ φῶρας καλουμένους κακουργεῖν, ἐὰν λάθωσιν παρεισελθόντες·
εἰσέρχονται δὲ σπανίως· τηρεῖσθαι γὰρ αὐτοὺς καὶ ἐπὶ πασῶν φύλακας
εἶναι.
εἶναι δὲ αὐτὰς τεταγμένας ἐφ᾽ ἑκάστῳ τῶν ἔργων,
καὶ τὰς μὲν ἀνθοφορεῖν, τὰς δὲ κατορθοῦν τὰ κηρία.
δυσχεραίνειν δ᾽ αὐτὰς καὶ τῇ δυσωδίᾳ τῆς τροφῆς καὶ τῷ μύρῳ, καὶ
τὸ περίττωμα δὲ ἔξω ἀφιέναι.
καὶ τὰς μὲν πρεσβυτέρας
εἴσω ἐργάζεσθαι _____._
Σφῆκα δ᾽ ἂν λάβῃ τις τῶν σκελῶν καὶ τοῖς πτεροῖς
ἐᾷ βομβεῖν, προσπέτεσθαί φησιν τοὺς ἀκέντρους, τῶν δ᾽ ἐχόν-
των τὸ κέντρον οὐδένα.
Τὸν δὲ μόναπον γίνεσθαι μέν φασιν ἐν Παιονίᾳ
ἐν τῷ ὄρει Μαρσάνῳ, ὀδόντας δὲ τοὺς ἄνωθεν οὐκ ἔχειν,
ὥσπερ βοῦν, οὐδ᾽ ἄλλο τῶν δικεράτων οὐδέν, καὶ τἆλλα προ-
σεμφερὲς εἶναι τῷ ταύρῳ.
διωκόμενον δὲ προσαφοδεύειν
πόρρωθεν, καὶ τὴν κόπρον, ὅταν πεφοβημένος τοῦτο ποιήσῃ,
ἐπικάειν οὕτως ὥστε τὰς τρίχας ἀπορρεῖν τῶν κυνῶν· ἂν
δ᾽ ἄνευ φόβου τοῦτο ποιήσῃ, οὐδὲν πάσχειν οὐδὲ βλάπτεσθαι.
_____._ ὃ δ᾽ ἂν ὀχεύσῃ καὶ ἔγκυον ποιήσῃ,
τούτου πάλιν οὐχ ἅπτεσθαι.
Τῷ δὲ Σκυθῶν βασιλεῖ ἵππον φασὶ γενναίαν γενέσθαι·
ταύτῃ τὸν ἐξ αὐτῆς γεννηθέντα πῶλον προσάγειν, ἵνα ὀχεύσῃ,
τὸν δ᾽ οὐ θέλειν· ὡς δὲ περικαλύψαντες προσήγαγον τὴν ἵππον
ἀναβῆναι, ἀποκαλυφθείσης δὲ ἰδόντα τὸ πρόσωπον φεύγειν καὶ
κατακρημνίσαι ἑαυτόν.
Τῶν θαλαττίων δὲ ζῴων ἡμερώτατον εἶναι δελφῖνα·
καὶ γὰρ πρὸς παῖδας ἐρωτικῶς ἔχειν, οἷον περὶ Τάραντα
καὶ Καρίαν καὶ ἄλλους τόπους πολλούς.
ἐν δὲ Καρίᾳ δεθέντος δελφῖνος καὶ τραύματα λαβόντος πολλὰ
παραγενέσθαι πολλοὺς ἐπὶ βοήθειαν εἰς τὸν λιμένα, ἕως ἀφῆκεν ὁ ἁλιεύς.
Περὶ δὲ τοῦ τόκου τῶν λύκων μυθικόν τι τελείως διεξέρχεται
καὶ ὅμοιός ἐστιν καὶ τῷ συνειδότι. φησὶν γὰρ αὐτοὺς
ἅπαντας ἐν δεκαδύο _ἡμέραι_ς τοῦ ἐνιαυτοῦ τίκτειν· εἶναι
δὲ τούτου αἴτιον, ὡς ὁ λόγος, ὅτι ἐν ιβ ἡμέραις τὴν Λητὼ
παρεκόμισαν ἐξ Ὑπερβορέων εἰς Δῆλον λύκαιναν φαινομένην.
Τὴν δὲ γλαῦκα καὶ τὴν κορώνην πολεμίας εἶναι·
τὴν μὲν κορώνην _ὑφαρπάζειν τὰ ᾠ_ὰ τῆς γλαυκὸς μεθ᾽ ἡμέραν
διὰ τὸ μὴ βλέπειν τὴν γλαῦκα, τὴν δὲ γλαῦκα τῆς
κορώνης νύκτωρ διὰ τὸ τὴν κορώνην μὴ ὁρᾶν· διὸ καὶ κρατεῖν
αὐτῶν τὴν μὲν νύκτωρ, τὴν δὲ μεθ᾽ ἡμέραν.
Καὶ τὸν ὄνον καὶ τὸν αἴγιθον πολεμεῖν ἑαυτοῖς·
παριόντα γὰρ ξύεσθαι εἰς τὰς ἀκάνθας, διά τε οὖν τοῦτο, καὶ
ὅταν ὀγκήσαιτο, ἐκβάλλειν τὰ ᾠὰ τοῦ αἰγίθου καὶ τοὺς νεοττοὺς
φοβουμένους ἐκπίπτειν· τὸν δὲ διὰ τὴν βλάβην ταύτην κολάπτειν
τὰ ἕλκη αὐτοῦ ἐπιπετόμενον.
Καὶ τὸν αἰσάλωνα δὲ πολέμιον εἶναι τῇ ἀλώπεκι,
τὸν δὲ κόρακα καὶ τὴν ἀλώπεκα φίλους· πολεμεῖν δὲ καὶ τὸν
κόρακα τῷ αἰσάλωνι, διὸ καὶ τυπτομένῃ τῇ ἀλώπεκι βοηθεῖν.
Τοὺς αἰπόλους δέ φησι λέγειν ὅτι, ὅταν τάχιστα
ὁ ἥλιος τραπῇ, ἀντιβλέπουσαι αὐτῷ αἱ αἶγες κατάκεινται.
Τούτῳ τι παραπλήσιον Λύκος ἱστορεῖ· φησὶ γὰρ ἐν
Λιβύῃ τὰ κτήνη τὸν μὲν ἄλλον χρόνον τὰ μὲν αὐτοῖς ἐναντία,
τὰ δ᾽ ὡς ἔτυχεν κοιμᾶσθαι, τῇ δὲ νυκτὶ, καθ᾽ ἣν τοῦ Κυνὸς
ἀνατολὴ γίνεται, πρὸς αὐτὸ τὸ ἄστρον ἐστραμμένα, καὶ
τούτῳ τεκμηρίῳ τῆς ἐπιτολῆς τοὺς ἐκεῖ χρῆσθαι.
Πλὴν ὅ γε Ἀριστοτέλης χωρὶς τῆς περὶ τοὺς βίους τῶν
ζῴων ἐντρεχείας καὶ τοιαῦτά τινα διεξέρχεται, πάνυ πολλὴν
ἐπιμέλειαν πεποιημένος ἐν τοῖς πλείστοις αὐτῶν καὶ οἷον ἔργῳ,
οὐ παρέργῳ χρώμενος τῇ περὶ τούτων ἐξηγήσει. τὰ γοῦν
πάντα σχεδὸν ἑβδομήκοντα περὶ αὐτῶν καταβέβληται βιβλία,
καὶ πεπείραται ἐξηγητικώτερον ἢ ἱστορικώτερον ἐν ἑκάστοις
ἀναστρέφεσθαι. πρὸς τὴν ἡμετέραν ἐκλογὴν ἐκποιεῖ _τῶν_
προῃρημένων αὐτῷ τὸ ξένον καὶ παράδοξον ἔκ τε τούτων καὶ
τῶν ἄλλων ἐπιδραμεῖν.
Λέγει γοῦν τὰ χερσαῖα πάντα ἀναπνεῖν, ὅσα πνεύμονα
ἔχει, σφῆκας δὲ καὶ μελίσσας οὐκ ἀναπνεῖν.
Ὅσα τε κύστιν ἔχει, πάντα καὶ κοιλίαν, ὅσα τε
κοιλίαν, _ο_ὐ πάντα καὶ κύστιν.
Ἄναιμα δὲ εἶναι πολλὰ μὲν τῶν ζῴων, καθόλου
δὲ ὅσα πλείους πόδας ἔχει τεττάρων.
Ὅσα δὲ τρίχας ἔχει, πάντα ζῳοτοκεῖν· οὐκ ἀντιστρέφει δέ.
Πάντα τὰ ζῷα κινεῖν τὴν κάτω σιαγόνα πλὴν τοῦ
ποταμίου κροκοδείλου· τοῦτον δὲ μόνον τὴν ἄνω.
Ἐν Ἰλλυριοῖς εἶναι καὶ Παιονίᾳ μωνύχους _ὗ_ς·
μώνυχον δὲ καὶ δίκερων οὐθὲν ἑωρᾶσθαι, μονοκέρατα δὲ
καὶ μώνυχα _ὀλίγα, οἷον τὸν Ἰνδικὸν ὄνον· τοῦτον δὲ καὶ
ἀστράγαλον τῶν μωνύχων ἔχειν ζῴων.
Τῆς δὲ γαλῆς ὀστοῦν εἶναι τὸ αἰδοῖον.
Τὸ δ᾽ ἄρρεν τοῦ θήλεος πλείους ἔχειν ὀδόντας καὶ
ἐν ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις.
Τὴν δὲ τῶν ἵππων καρδίαν ὀστοῦν καὶ βοῶν δέ τινων.
Τῶν δ᾽ ἐλάφων τοὺς ἀχαΐνας καλουμένους δοκεῖν
ἐν τῇ κέρκῳ τὴν χολὴν ἔχειν.
Τοὺς δὲ ἰχθῦς οὐκ ἔχειν στόμαχον· διὸ καὶ τῶν
μεγάλων, ἕτερον ὅταν διώκωσιν ἐλάττονα, προσπίπτειν τὴν
κοιλίαν εἰς τὸ στόμα.
Τοὺς δὲ ὄφεις πλευρὰς ἔχειν λ.
καὶ ὄμματα
δὲ αὐτῶν ἐάν τις ἐκκεντήσῃ, καθάπερ τὰ τῶν χελιδόνων,
πάλιν γίνεσθαι.
Τῶν δ᾽ ἰχθύων τὸν σκάρον μόνον μηρυκάζειν.
Τοῦ δὲ λέοντος οὕτως εἶναι τὰ ὀστᾶ στερεά, ὥστε
πολλάκις κοπτομένων πῦρ ἐκλάμπειν.
Ἐν Φρυγίᾳ δὲ βοῦς εἶναι, οἳ κινοῦσι τὰ κέρατα.
Τρίχας δὲ ἔχειν τῶν ζῴων ὅσα πεζὰ καὶ ζῳοτόκα,
φολίδας δὲ ὅσα πεζὰ καὶ ᾠοτόκα.
Ἤδη δέ τισιν κάμνουσιν πολιὰς γίγνεσθαι, ὑγιασθεῖσιν δὲ πάλιν μελαίνας.
Τὸν δὲ ἐν τῇ Χαλκιδικῇ ποταμὸν τὸν ἐπὶ Θρᾴκης,
τὸν καλούμενον Ψυχρόν, ἂν πίωνται τὰ πρόβατα, ἔχειν τὰ
γεννώμενα μέλανα ποιεῖν.
καὶ ἐν τῇ Ἀντανδρίᾳ δύο ποταμοὺς εἶναι,
ὧν τὸν μὲν λευκά, τὸν δὲ μέλανα γεννᾶν.
δοκεῖν δὲ καὶ τὸν Σκάμανδρον ξανθὰ ποιεῖν, διὸ καὶ τὸν ποιητὴν
ἀντὶ Σκαμάνδρου Ξάνθον αὐτὸν προσαγορεύειν.
καὶ ἐν τῇ Εὐβοίᾳ δὲ κατὰ τὴν Ἱστιαιώτιδα τὴν συνορίζουσαν
τῇ Χαλκίδι δύο ποταμοί, Κέρων καὶ Νηλεύς, ὧν αἱ μηκάδες ἐὰν περὶ τὸ
συλλαμβάνειν οὖσαι πίωσιν, ἐὰν μὲν ἀπὸ ποταμοῦ Κέρωνος,
μέλανα τίκτουσιν, ἐὰν δὲ ἀπὸ τοῦ Νηλέως, λευκά.
Τοὺς δὲ μύρμηκάς φησιν ὑπὸ ὀριγάνου καὶ θείου
περιπαττομένους ἐκλείπειν τὰς μυρμηκίας.
Τὴν δ᾽ ἔγχελυν οὔτ᾽ ἄρρεν εἶναι οὔτε θῆλυ.
Τοὺς δὲ πέρδικας, ἐὰν κατ᾽ ἄνεμον στῶσιν αἱ θήλειαι
τῶν ἀρρένων, ἐγκύους γίνεσθαι.
Τὸν δὲ καλούμενον ἀστέρα οὕτω διάθερμον εἶναι,
ὥσθ᾽, ὅντινα ἂν λάβῃ τῶν ἰχθύων, παραχρῆμα δίεφθον ποιεῖν.
Ἔχειν δὲ καὶ σπογγίον αἴσθησιν· ἂν γὰρ μέλλοντος
ἀποσπᾶν προαίσθηται, συσπᾶσθαι καὶ ἔργον εἶναι ἀφελεῖν·
ταὐτὸ δ᾽, ἂν ἄνεμος ἢ κλύδων ᾖ, γίνεσθαι.
Εἶναι δὲ καὶ ἐν χιόνι ζῷα σκωληκοειδῆ δασέα.
ἐν Κύπρῳ δ᾽, οὗ ἡ χαλκῖτις λίθος καίεται, γίνεσθαι θηρίον
μικρῷ μεῖζον μυιῶν· τὸ αὐτὸ δὲ καὶ ἐν τοῖς Καρυστίων χωνευτηρίοις.
ἀποθνῄσκειν δὲ τὰ μὲν τῆς χιόνος, τὰ δὲ τοῦ
πυρὸς χωριζόμενα.
Τὴν δὲ σαλαμάνδραν σβεννύειν τὸ πῦρ.
Περὶ δὲ τὸν Ὕπανιν ποταμὸν τὸν περὶ Βόσπορον
τὸν Κιμμέριον περὶ τροπάς γε θερινὰς καταφέρεσθαί φησιν
οἷον θυλάκους μείζους ῥαγῶν, ἐξ ὧν ῥηγνυμένων
ἐξέρχεσθαι ζῷον πτερωτὸν τετράπουν, ζῆν δὲ μίαν ἡμέραν·
ἴδιον δὲ καὶ τὸ πτερωτὸν τετράπουν εἶναι.
Τὰ δὲ σμήνη ἀπόλλυσθαι, ἐάν τε ἡγεμόν_ες μ_ὴ
ὦσιν, ἐάν τε τοὐναντίον πολλοί.
Τοὺς δὲ σκορπίους τοὺς χερσαίους ὑπὸ τῶν τέκνων ἀποθνῄσκειν.
καὶ φαλάγγια δὲ κτείνειν τὴν τεκοῦσαν,
πολλάκις δὲ καὶ τοὺς ἄρρενας· συνεπῳάζειν γάρ.
Ἐν δὲ τῷ σώματι τῶν ἀνθρώπων γίνεσθαι οἷον
ἰόνθους μικρούς· τούτους δὲ ἐάν τις κεντήσῃ, ἐξέρχεσθαι
φθεῖρας, καὶ ἐὰν ὑγράσῃ τις, νόσημα τοῦτο ἐμπίπτειν ὥσπερ
Ἀλκμᾶνι τῷ λυρικῷ καὶ Φερεκύδει τῷ Συρίῳ.
Ἴδιον δὲ καὶ τοῦτο, νεκρῶν τινων τοῦ μυελοῦ
σαπέντος ἐκ τῆς ῥάχεως ὀφίδια γίνεσθαι, ἐὰν πρὸ τοῦ τελευτᾶν
ὄφεως τεθνηκότος ἑλκύσωσι τὴν ὀσμήν.
καί τινι καὶ ἐπιγραμματίῳ περιπεπτώκαμεν Ἀρχελάου,
οὗ καὶ πρότερον ἐμνήσθημεν, ὃς περὶ τῶν θαυμασίων
καὶ τοῦτο καταγράφει, καί φησι·
πάντα δι᾽ ἀλλήλων ὁ πολὺς σφραγίζεται αἰών·
ἀνδρὸς γὰρ κοίλης ἐκ μυελοῦ ῥάχεως
δεινὸς γίνετ᾽ ὄφις, νέκυος δειλοῖο σαπέντος,
ὃς νέον ἐκ τούτου πνεῦμα λάβῃ τέραος,
τεθνεότος ζωὴν ἕλκων φύσιν· εἰ δὲ τόδ᾽ ἐστίν,
οὐ θαῦμα βλαστεῖν τὸν διφυῆ Κέκροπα.
τοῦτο μὲν οὖν ἐν ἀκοῇ τε καὶ φερομένῃ τινὶ καὶ παρέργως
_ἐν_ τῇ τοῦ ἐπιγράμματος ποιοῦμεν μαρτυρίᾳ κεῖσθαι.
Ὁ δὲ Ἀριστοτέλης λέγειν ἐν κηρῷ φησιν γίνεσθαι
ζῷον, ὃ δὴ δοκεῖν ἐλάχιστον εἶναι καὶ καλεῖσθαι ἀκαρί.
Τὸν δὲ ποτάμιον κροκόδειλον ἐξ ἐλαχίστου γίνεσθαι
μέγιστον· τὸ μὲν γὰρ ᾠὸν _ο_ὐ μεῖζον γίνεσθαι χηνείου,
αὐτὸν δὲ γίνεσθαι καὶ ἑπτακαιδεκάπηχυν.
Τῶν δὲ καράβων τοὺς πολύποδας κρατεῖν· οὐθὲν
γὰρ ὑπὸ τῶν ὀστράκων πάσχειν.
τῶν δὲ πολυπόδων τοὺς
γόγγρους· οὐθὲν γὰρ αὐτοῖς διὰ τὴν λειότητα δύνασθαι τὸν
πολύποδα χρῆσθαι.
τοῦ δὲ γόγγρου κάραβον· οὐ γὰρ ἐξολισθαίνειν αὐτόν,
ἀλλὰ κατατέμνεσθαι διὰ τὴν τῶν ὀστράκων
τραχύτητα.
Τὸν δὲ κεστρέα φησίν, ὅταν φοβηθῇ, τὴν κεφαλὴν
κρύπτειν, ὡς ὅλον τὸ σῶμα κρύπτοντα.
Τὰ γαμψὰ πάντ᾽ εἶναι μιμητικά.
Ὑπὸ κυνὸς λυττώσης λυττᾶν πάντα τὰ δηχθέντα
πλὴν ἀνθρώπου.
Τῶν ζῴων τὰ μακρὰ ἄρσενα εἶναι, τὰ δ᾽ ὕστερα θήλεα.
Καὶ ἐν Αἰγύπτῳ κατορύττοντας εἰς κόπρον νεοττοὺς ποιεῖν.
Ἐν Συρακούσαις δὲ φιλοπότην τινὰ εἰς τὴν γῆν
κατορύξαι καὶ ἐπιθέντα τὴν ψίεθον ἕως τούτου πίνειν συνεχῶς,
ἕως γλυφῆναι τὰ ᾠά.
Ἤδη δὲ _καὶ κείμενα ἐν ἀγγείοις ἀλεεινοῖς ἐκτριφθῆναι
καὶ προελθεῖν.
Τῶν δὲ χελιδόνων τοὺς νεοττοὺς, ἐάν τις ἐκτυφλώσῃ, πάλιν βλέπειν.
Τὸν δὲ ἱέρακα τρία μὲν τίκτειν _ᾠά, δύο δ᾽ ἐκλέπειν, αὐξανομένων
δὲ τῶν νεοττῶν ἐκλέγειν τὸν ἕνα· οὐ γὰρ
δύνασθαι τρέφειν διὰ τὸ τὸν χρόνον τοῦτον τοὺς ὄνυχας αὐτοῦ
διαστρέφεσθαι καὶ μηθὲν ἁρπάζειν· τὸν δὲ πλανηθέντα τὴν
φήνην ὑποβάλλεσθαι.
Καὶ τὸ ὅλως ἐπιεικῶς τοὺς γαμψώνυχας, ὅταν θᾶττον
οἱ νεοττοὶ δύνωνται πέτεσθαι, ἐκβάλλειν πλὴν τῆς κορώνης·
ταύτην δὲ καὶ πετομένους ἐπί τινα χρόνον ψωμίζειν.
Κόκκυγος δὲ νεοττοὺς οὐδένα ἑωρακέναι· τίκτειν
γὰρ αὐτὸν οὐκ ἐν τῇ ἰδίᾳ νεοττιᾷ, ἀλλ᾽ εἰς τὰς τῶν ὀρνιθίων
ἢ εἰς τὰς τῶν φαβῶν ἢ ὑπολαΐδων εἰσπετόμενον,
ὅταν καταφάγῃ τὰ προυπάρχοντα ᾠά.
Τοὺς δὲ πέρδικας _δύο ποιεῖσθαι σηκοὺς τῶν
ᾠῶν καὶ ἐπῳάζειν καὶ τρέφειν ἑκατέρους, καὶ τοὺς νεοττοὺς
ὅταν πρῶτον ἐξαγάγωσιν ὀχεύειν αὐτούς.
Τοὺς _ὗ_ς δὲ πρὸς ἀλλήλους μάχεσθαι θωρακιζομένους
τῷ ἰδίῳ δέρματι, ποιεῖν δὲ τραχὺ ἐκ παρασκευῆς
τρίβοντας πρὸς δένδρα καὶ τῷ πηλῷ μολύνοντας καὶ ξηραίνοντας.
φάναι δέ τινας καταγράφει, ὡς αὐτὸς οὐ πεπειραμένος,
ὅτι, ἂν ὗς τὸν ἕτερον ὀφθαλμὸν ἐκκοπῆ, ἀποθνῄσκει ταχέως.
Αἶγας δὲ καὶ πρόβατα βορείοις μὲν ὀχευόμενα
ἀρσενοτοκεῖν ὡς τὸ πολύ, νοτίοις δὲ θηλυτοκεῖν.
λευκὰ δὲ τὰ γεννώμενα γίνεσθαι, ἐὰν ὑπὸ τῇ γλώττῃ τοῦ κριοῦ
λευκαὶ φλέβες ὦσιν, μέλανα δὲ ἐὰν μέλαιναι. ὡσαύτως δὲ καὶ
ἐπὶ τῶν πυρρῶν.
πρότερον δὲ ὀχεύεσθαι _τὰ τὸ ἁλυκὸν ὕδωρ πίνοντα.
Τοὺς δὲ Λακωνικοὺς κύνας πονήσαντας μᾶλλον ὀχεύειν.
Θαυμασιωτάτην δ᾽ εἶναι τῷ τάχει τὴν τῶν
μυῶν γένεσιν· ἤδη γάρ ποτε τῆς θηλείας κυούσης
καὶ ἐναποληφθείσης ἐν ἀγγείῳ φανῆναι μετ᾽ οὐ πολὺν χρόνον
μῦς εἴκοσιν καὶ ἑκατόν.
τῆς δὲ Περσικῆς ἔν τισι _τόποις ἀνασχιζομένων τῶν θηλείων
τῶν μυῶν τὰ ἔμβρυα ἤδη κύοντα εὑρίσκεσθαι.
Αἰγίθου δὲ λέγεται καὶ ἀκανθίδος αἷμα μόλις μίγνυσθαι.
Τῶν δὲ αἰγῶν ὅταν μία τις λάβῃ τὸ ἄκρον τοῦ
ἠρύγγου - ἔστιν δ᾽ οἷον θρίξ - τὰς ἄλλας ἑστάναι οἷον με-
μωρωμένας ἐμβλεπούσας εἰς ἐκείνην.
Τὸ δὲ τῆς ἴκτιδος αἰδοῖον εἶναι μὲν ὀστοῦν· δοκεῖν
δὲ εἶναι φάρμακον στραγγουρίας.
Εὐνοῦχον δὲ φαλακρὸν οὐδένα γίνεσθαι.
Τὰς δευτερογονεῖς τρίχας τοὺς μὲν ἐκ παιδὸς διαφθαρέντας οὐκ ἴσχειν,
τοὺς δὲ ὕστερον ἀποβάλλειν πλὴν ἐπὶ τῆς ἥβης.
Γυναῖκα τίκτειν πλεῖστα πέντε. καὶ μνημονεύεσθαι
μίαν ἐν τέτταρσιν τόκοις εἴκοσι τετοκυῖαν καὶ τὰ πλεῖστα
τούτων ἐκτραφέντα.
ἐὰν _ἁλ_ὶ δὲ κύουσα δαψιλεστέρῳ χρήσηται,
οὐκ ἔχοντα ὄνυχας γίνεσθαι τὰ παιδία.
Εἶναι δὲ καὶ ἄνδρας καὶ γυναῖκας θηλυγόνους
καὶ ἀρρενογόνους, ὃ καὶ περὶ τοῦ Ἡρακλέους ἱστορεῖται·
ἐν δύο γὰρ καὶ ἑβδομήκοντα τέκνοις μίαν αὐτὸν γεννῆσαι
θυγατέρα.
Γίνεσθαι δέ τινας καὶ ἐκ χωλῶν καὶ ἐκ τυφλῶν
ὁμοίως τυφλοὺς καὶ χωλούς· ἤδη δέ τινας καὶ στίγματα ἐνηνοχέναι.
Ἐν Ἤλιδι δὲ ἐκ τῆς ὑπό του Αἰθίοπος μοιχευθείσης
θυγατέρα μὲν γενέσθαι λευκήν, τὸν δὲ ἐκ ταύτης Αἰθίοπα.
Τὰ δὲ παιδία, ἄχρι γένηται τετταράκοντα ἡμερῶν,
ἐγρηγορότα μὲν οὐ γελᾶν οὐδὲ δακρύειν, ὑπνοῦντα δὲ ἀμφότερα.
Καὶ φυσιογνωμονεῖ δέ τινα τοιαῦτα· τοῖς τὸ
μέτωπον μέγα ἔχουσιν βραδυτέροις γίνεσθαι, μικρὸν δὲ εὐκινήτοις –
ὡς ἐπὶ τὸ πολὺ προστιθεὶς ἐν ἑκάστοις - οἷς πλατὺ ἐκστατικοῖς.
Ὀφρῦς εὐθείας μαλακοῦ ἤθους, πρὸς τὴν ῥῖνα κεκαμμένας στρυφνοῦ,
πρὸς τοὺς κροτάφους μώκου καὶ εἴρωνος.
Κανθοὺς κρεώδεις πονηρίας, ὦτα μέσα βελτίστου
ἤθους, τὰ δὲ μεγάλα καὶ ἐπανεστηκότα μωρολογίας καὶ ἀδολεσχίας.
Τῶν δὲ θηλέων ζῴων ῥοπικώτερόν φησιν εἶναι
πρὸς τὴν συνουσίαν ἵππον, καὶ ἱππομανεῖν ἰσχυρῶς, ὅθεν καὶ
πρὸς τὴν βλασφημίαν ἀπὸ τούτου μεταφέρεσθαι καὶ τὰς
πρὸς τὰ ἀφροδίσια κεκινημένας ὀνειδίζεσθαι.
φαίνεται δὲ καὶ Αἰσχύλος ἱστορικῶς τὸ τοιοῦτον
οὕτως πως εἰρηκέναι πρὸς τὰς παρθένους ἐν ταῖς Τοξότισιν·
ᾄδοντος ἁγναῖς παρθένοις γαμηλίων
λέκτρων ἀτειρὴς βλεμμάτων ῥέπει βολή.
καὶ διαλιπὼν προσέθηκεν οὔ με μὴ λάθῃ φλέγων
ὀφθαλμός, ἥτις ἀνδρὸς ᾖ γεγευμένη·
ἔχω δὲ τούτων θυμὸν ἱππογνώμονα.
Πολλῶν δὲ ὄντων, ὧν καταγέγραφεν Ἀριστοτέλης, ἐπὶ
τοσοῦτον ἠδυνήθημεν ἡμεῖς ἐπὶ τοῦ παρόντος τὰ μὲν ἐκλέξαι,
τὰ δ᾽ ἀναμνησθῆναι.
_____._ φησὶν δ᾽ ὁ ἱστοριογράφος Ἀρσάμην τὸν
Πέρσην εὐθὺς ἐκ γενετῆς ὀδόντας ἔχειν.
Μυρσίλος δὲ ὁ Λέσβιος Λοκροὺς τοὺς Ὀζόλας
τῆς ἐπιδημίου ἐπωνυμίας τετυχηκέναι, ὅτι τῆς χώρας τῆς
αὐτῶν _τὸ ὕδωρ ὄζει καὶ μάλιστα τοῦ Ταφίου καλουμένου
ὄρους· καὶ ῥεῖν αὐτόθεν εἰς θάλασσαν ὥσπερ πύον· τεθάφθαι
δ᾽ ἐν τῷ ὄρει τούτῳ Νέσσον τὸν Κένταυρον, ὃν Ἡρακλῆς
ἀπέκτεινεν.
Τὰς δὲ Λημνίας δυσόσμους γενέσθαι Μηδείας
ἀφικομένης μετ᾽ Ἰάσονος καὶ φάρμακα ἐμβαλούσης εἰς τὴν
νῆσον· κατὰ δή τινα χρόνον καὶ μάλιστα ἐν ταύταις ταῖς ἡμέ-
ραις, ἐν αἷς ἱστοροῦσιν τὴν Μήδειαν παραγενέσθαι, δυσώδεις
αὐτὰς οὕτως γίνεσθαι, ὥστε μηδένα προσιέναι.
Θεόπομπος δέ φησιν ὁ ἱστοριογράφος τὸ καλούμενον ἀκόνιτον
γίνεσθαι ἐν ταῖς περὶ Ἡράκλειαν τὴν ἐν τῷ Πόντῳ
ὀνομαζομέναις Ἀκόναις, ὅθεν καὶ τῆς προσηγορίας τετυχηκέναι.
δυναμικὸν ἐναργῶς δ᾽ ὂν οὐκ ἐνεργεῖν οὐθέν,
ἂν πίῃ τις πήγανον ταύτην τὴν ἡμέραν.
ὥστε Κλεάρχου τοῦ τυράννου πολλοὺς ἀποκτείναντος φαρμάκῳ
καὶ πειρωμένου λανθάνειν, ὡς ἐγένετο συμφανές,
τοὺς πλείστους Ἡρακλεωτῶν οὐ πρότερον ἐξιέναι
πρὸ τοῦ φαγεῖν πήγανον. γράφει
δὲ καὶ τὴν πρόφασιν καὶ τὴν ἀρχήν, ἐξ ἧς ὤφθη, σφόδρα
μακρῶς, διὸ καὶ παρελείπομεν.
Ὁ δὲ τοὺς Σαμιακοὺς ὥρους συγγεγραφὼς ἐπὶ
τῶν πρώτων κληθέντων _μαθητῶν τῶν περὶ Ἡρόστρατόν_
φησιν χελιδόνα λευκὴν φανῆναι.
Ἵππυς δὲ ὁ Ῥηγῖνος περὶ τῶν λεγομένων τόπων
φθείρειν τὰ ἐμπίπτοντα τοιοῦτόν τι γράφει. φησὶν ἐν Ἀθήναις ἐπὶ βασιλέως Ἐπαινέτου ὀλυμπιάδος ἕκτης καὶ τριακοστῆς,
ἐν ᾗ Ἀρυτάμας Λάκων νικᾷ στάδιον τῆς Σικελίας
ἐν Παλικίοις οἰκοδομηθῆναι τόπον, εἰς ὃν ὅστις ἂν εἰσέλθῃ,
εἰ μὲν κατακλιθείη, ἀποθνῄσκειν, εἰ δὲ περιπατοίη, οὐδὲν πάσχειν.
Ἱστορεῖται δὲ καὶ περὶ τὴν Λευκὴν νῆσον μηθὲν
ὑπεραίρειν δύνασθαι τῶν ὀρνέων τῇ πτήσει τὸν τοῦ Ἀχιλλέως ναόν.
Καὶ πολλαχοῦ δὲ ἔοικεν τό τε τῶν βαράθρων
καλουμένων καὶ Χαρωνίων εἶναι γένος, οἷον ὅ τε Κίμμερος
καλούμενος ὁ περὶ Φρυγίαν βόθυνος, ὡς Εὔδοξός φησιν, καὶ
τὸ ἐν Λάτμῳ ὄρυγμα.
Καὶ τὰ τῇ σελήνῃ συναυξανόμενά τε καὶ συμφθίνοντα,
οἷον τὰ τῶν μυῶν ἥπατα, ἴδια· λέγεται γὰρ καὶ συμπληροῦσθαι
καὶ συμφθίνειν καὶ συναύξεσθαι τῷ μηνί, διὸ καὶ
παρὰ πολλοῖς ἐν παροιμίας εἰρῆσθαι μέρει ἐπὶ τῶν θαυμαστῶν
τεράτων μυῶν ἥπατα.
Καὶ τὰ τῶν θαλαττίων δὲ ἐχίνων ᾠὰ ταὐτὸ πάσχειν.
ἴδιον δὲ καὶ τὸ πάντας αὐτοὺς ἔχειν πέντε καὶ ἴσον ἀλλήλων
διεστηκότα καὶ περὶ τὴν περιφέρειαν τοῦ ὀστρ_άκου ____._
κύκλον, ὥστε ἴσας τὰς ἐκ τοῦ κέντρου προσπίπτειν αὐτῇ.
Φασὶν δὲ καὶ περὶ τὸν τῆς Ἰταλίας πορθμὸν
φθίνειν καὶ πληροῦσθαι κατὰ τὴν μείωσιν τῆς σελήνης καὶ
αὔξησιν.
Ἑλλάνικος δ᾽ ὁ Λέσβιος ἐν Θήβαις ταῖς Αἰγυπτίαις
ἱστορεῖ σπήλαιον _εἶναι ἐν ἄστει, καθ᾽ ὃ εἶναι
μόνον τὰς μὲν τριακάδας νηνεμίαν, τὰς δ᾽ ἄλλας ἡμέρας ἄνεμον.
Δόξαι δ᾽ _ἂν_ ἀνεξέταστόν τι ἔχειν καὶ δυσπαρατήρητον ἡ ἐκλογή,
καθάπερ ὁ Εὔριπος ταῖς ἑβδόμαις οὐ στρέφεται.
καὶ ὅτι οἱ μύρμηκες ταῖς νουμηνίαις ἀναπαύονται.
Οἱ Δελφοὶ δὲ λέγουσιν ὅτι ἐν τῷ Παρναςσῷ κατά τινας χρόνους
τὸ Κωρύκιον φαίνεσθαι χρυσοειδές.
διὸ καὶ τὸν Φιλόξενον οὐδεὶς ἂν εἰκονολογεῖν εἴποι λέγονθ᾽ οὕτως·
αὐτοὶ γὰρ διὰ Παρνασσοῦ
χρυσορόφων νυμφέων εἴσω θαλάμων.
Ἐν δὲ τοῖς _Φύλλοις λέγεται τὰς ποίμνας
διὰ πέμπτης ἡμέρας ποτίζεσθαι.
Τούτου δὲ τερατωδέστερον ἐν Ζακύνθῳ· ὑπὸ γὰρ
τοὺς ἐτησίας χαίνοντες ἑστήκασιν οἱ τράγοι πρὸς τὸν βορέαν
καὶ τοῦτο πράττοντες οὐ προσδέονται ὕδατος οὐδὲ πίνουσιν.
Πεποίηται δέ τινα καὶ ὁ Κυρηναῖος Καλλίμαχος
ἐκλογὴν τῶν παραδόξων, ἧς ἀναγράφομεν ὅσα ποτὲ ἡμῖν
ἐφαίνετο εἶναι ἀκοῆς ἄξια.
Φησὶν Εὔδοξον ἱστορεῖν, ὅτι ἐν τῇ κατὰ Ἱερὸν ὄρος θαλάττῃ
τῆς Θρᾴκης ἐπιπολάζει κατά τινας χρόνους ἄσφαλτος.
ἡ δὲ κατὰ Χελιδονίας ὅτι ἐπὶ πολὺν τόπον ἔχει γλυκείας
πηγάς.
Θεόφραστον δὲ τὴν περὶ τὰς Αἰόλου νήσους ἀναζεῖν
οὕτως ἐπὶ δύο πλέθρων τὸ μῆκος, ὥστε μὴ δυνατὸν εἶναι
διὰ τὴν θερμασίαν ἐμβαίνειν εἰς ταύτην.
Ἐκ δὲ τῆς κατὰ Δημόνησον τὴν Καλχηδονίων
τοὺς κολυμβητὰς ἀναφέρειν εἰς δύο ὀργυιὰς χαλκόν, ἐξ οὗ
καὶ τοὺς ἐν Φενεῷ τοὺς ὑπὸ Ἡρακλέους ἀνατεθέντας ἀνδριάντας εἰργάσθαι.
Μεγασθένην δὲ τὸν τὰ Ἰνδικὰ γεγραφότα ἱστορεῖν
ἐν τῇ κατὰ τὴν Ἰνδικὴν θαλάττῃ δένδρεα φύεσθαι.
Περὶ δὲ τῶν ποταμῶν καὶ κρηνῶν Λύκον
μέν φησιν λέγειν, ὅτι ὁ μὲν Κάμικος θαλάττης ζεούσης _εἰς-_ῥεῖ·
ὁ δὲ _Κάπαιο_ς καὶ Κριμισὸς ὅτι τὰ μὲν ἐπιπολῆς
τῶν ὑδάτων εἰσὶ ψυχροί, τὰ δὲ κάτω θερμοί.
τὸν δ᾽ Ἱμέραν ἐκ μιᾶς πηγῆς σχιζόμενον τὸ μὲν ἁλυκὸν τῶν ῥείθρων ἔχειν,
τὸ δὲ πότιμον.
Τίμαιον δὲ τῶν ἐν Ἰταλίᾳ ποταμῶν ἱστορεῖν Κρᾶθιν
ξανθίζειν τὰς τρίχας.
Πολύκριτον δὲ καταγεγραφέναι τὸν μὲν ἐν Σόλοις
οὐ ψευδῶς ὠνομάσθαι Λίπαριν, ἀλλ᾽ οὕτως ἀπολιπαίνειν,
ὥστε μὴ προσδεῖσθαι ἀλείμματος.
τὸν δὲ ἐν Παμφυλίᾳ Μούαβιν ἀπολιθοῦν, ἐάν τις ἐμβάλῃ, στοιβὴν ἢ πλίνθον.
Περὶ δὲ τὴν τῶν Ἀγριέων Θρᾳκῶν χώραν
φησὶν ποταμὸν προσαγορευόμενον Πόντον καταφέρειν λίθους
ἀνθρακώδεις· τούτους δὲ κάεσθαι μέν, πᾶν δὲ τοὐναντίον
πάσχειν τοῖς ἐκ τῶν ξύλων ἀνθρακευομένοις· ὑπὸ μὲν γὰρ
τῶν ῥιπίδων πνευματιζομένους σβέννυσθαι, τῷ δὲ ὕδατι ῥαινο-
μένους βέλτιον κάεσθαι.
τὴν δ᾽ ὀσμὴν αὐτῶν οὐδὲν ὑπομένειν ἑρπετόν.
Τὴν δ᾽ ἐν Λούσοις κρήνην, καθάπερ παρὰ τοῖς
Λαμψακηνοῖς, ἔχειν ἐν ἑαυτῇ μῦς ὁμοίους τοῖς κατοικιδίοις.
ἱστορεῖν δὲ ταῦτα Θεόπομπον.
Εὔδοξον δὲ τὴν ἐν Ἄλῳ Ὀφιοῦσσαν τὸν ἀλφὸν
παύειν.
Λύκον δὲ τὸν Ῥηγῖνον λέγειν τὴν μὲν ἐν τῇ
Σικανῶν χώρᾳ φέρειν ὄξος, ᾧπερ ἐπὶ τῶν ἐδεσμάτων χρῶνται.
τὴν δὲ ἐν Μυτιστράτῳ οἷον ἐλαίῳ ῥεῖν· τοῦτο δ᾽ ἔν τε τοῖς
λύχνοις κάεσθαι καὶ δύνασθαι φύματα καὶ ψώραν ἰᾶσθαι,
προσαγορευόμενον Μυτιστράτιον.
πλησίον δὲ εἶναι τὴν
ἀπὸ μὲν Ἀρκτούρου μέχρι Πλειάδος ἀναβάλλουσαν οὐθενὸς
χεῖρον τῶν ἄλλων ὑδάτων, ἀπὸ δὲ Πλειάδος μέχρι πρὸς Ἀρκτοῦ-
ρον τῆς μὲν ἡμέρας καπνὸν ἀναφέρουσαν καὶ πνέουσαν θερ-
μόν, ἐν δὲ τῇ νυκτὶ φλογὸς πληρουμένην.
Ἀρέθουσαν δὲ τὴν ἐν Συρακούσαις, ὥσπερ οἱ
λοιποί φασιν καὶ Πίνδαρος, τὴν πηγὴν ἔχειν ἐκ τοῦ κατὰ
τὴν Ἠλείαν Ἀλφειοῦ· διὸ καὶ ταῖς Ὀλυμπικαῖς ἡμέραις,
ὅταν ἐν τῷ ποταμῷ ἀποπλύνωσιν τῶν θυμάτων τὰς κοιλίας,
οὐ καθαρὰν εἶναι τὴν ἐν τῇ Σικελίᾳ κρήνην, ἀλλὰ ῥεῖν ὄνθῳ.
φησὶν δὲ καὶ φιάλην ποτ᾽ εἰς τὸν Ἀλφειὸν ἐμβληθεῖσαν
ἐν ἐκείνῃ φανῆναι. τοῦτο δ᾽ ἱστορεῖ καὶ Τίμαιος.
Θεόπομπον δέ φησιν γράφειν τῆς μὲν ἐν Κίγχρωψιν
τοῖς Θρᾳξὶν τὸν ἀπογευσάμενον τελευτᾶν εὐθύς.
Ἐν Σκοτούσσῃ δ᾽ εἶναι κρήνην ἰδίαν οὐ μόνον
ἀνθρώπων ἕλκη, ἀλλὰ καὶ βοσκημάτων ὑγιάζειν δυναμένην.
κἂν ξύλον δὲ σχίσας ἢ θραύσας ἐμβάλῃς, συμφύειν.
Ἐκ δὲ τῆς περὶ Χαονίαν, ὅταν ἀφεψηθῇ τὸ ὕδωρ,
ἅλας γίνεσθαι.
Τῶν δ᾽ ἐν Ἅμμωνι κρηνῶν λέγειν Ἀριστοτέλη,
ὅτι τὴν μὲν Ἡλίου γε νομιζομένην μέσων μὲν νυκτῶν καὶ
μεσημβρίας γίγνεσθαι θερμήν, ἕωθεν δὲ καὶ δείλης καθαπερεὶ
κρύσταλλον, ἡ δ᾽ ἄλλη Διὸς ὅτι καταφαίνοντος μὲν ἡλίου
πιδύει, ἐπὶ δυσμαῖς δ᾽ ἰόντος ἵσταται.
Κτησίαν δὲ τὴν ἐν Αἰθιοπίᾳ τὸ μὲν ὕδωρ ἔχειν
ἐρυθρόν, ὡσανεὶ κιννάβαρι, τοὺς δ᾽ ἀπ᾽ αὐτῆς πιόντας παράφρο-
νας γίνεσθαι. τοῦτο δ᾽ ἱστορεῖ καὶ Φίλων ὁ τὰ Αἰθιοπικὰ
συγγραψάμενος.
Τὴν δ᾽ ἐν τοῖς Ἰνδικοῖς κρήνην Σίλαν οὐδὲ τὸ
κουφότατον τῶν βληθέντων ἐᾶν ἐπινεῖν, ἀλλὰ πάντα καθέλκειν.
καὶ ταῦτα δὲ πλείους εἰρήκασιν καὶ ἐπὶ πλειόνων ὑδάτων.
Εὔδοξον δ᾽ ἱστορεῖν τὴν μὲν ἐν Καλχηδόνι κορκοδείλους
ἐνναίειν μικροὺς ὁμοίους τοῖς ἐν Αἰγύπτῳ.
Περὶ δὲ τὴν Ἀθαμανίαν ἱερὸν εἶναι Νυμφῶν,
ἐν ᾧ τὴν κρήνην τὸ μὲν ὕδωρ ἔχειν ἄφατον ὡς ψυχρόν, ὃ δ᾽
ἂν ὑπερθῇς αὐτοῦ θερμαίνειν· ἐὰν δέ τις φρύγανον ἢ ἄλλο τι
τῶν τοιούτων προσενέγκῃ, μετὰ φλογὸς καίεσθαι.
Κατὰ δὲ τὴν Ἀραβίαν ἐν πόλει Λευκοθέᾳ Ἀμώμητόν φησιν γράφειν, τὸν πραγματευθέντα τὸν ἐκ Μέμφεως
ἀνάπλουν, εἰς τὴν καλουμένην Ἴσιδος κρήνην ἄν τις οἴνου
ἐπιχέῃ κοτύλην, διότι γίγνεται τὸ ποτὸν εὔκρατον.
Περὶ δὲ λιμνῶν Κτησίαν μὲν ἱστορεῖν λέγει,
τῶν ἐν Ἰνδοῖς λιμνῶν τὴν μὲν τὰ εἰς αὐτὴν ἀφιέμενα κάτω
οὐ δέχεσθαι, καθάπερ τὴν ἐν Σικελίᾳ καὶ Μήδοις, πλὴν χρυσίον
καὶ σίδηρον καὶ χαλκόν, καὶ ἄν τι ἐμπέσῃ πλάγιον, ὀρθὸν
ἐκβάλλειν.
ἰᾶσθαι δὲ τὴν καλουμένην λεύκην.
τῇ δ᾽ ἑτέρᾳ κατὰ τὰς εὐδιαζούσας ἡμέρας ἐπιπολάζειν ἔλαιον.
Ξενόφιλον δὲ ἐν μὲν τῇ πλησίον Ἰόππης οὐ μόνον
ἐπινήχεσθαι πᾶν βάρος, ἀλλὰ καὶ παρὰ τρίτον ἔτος φέρειν
ὑγρὰν ἄσφαλτον· ὅταν δὲ γίγνηται τοῦτο, παρὰ τοῖς ἐντὸς
τριάκοντα σταδίων οἰκοῦσιν κατιοῦσθαι χαλκώματα.
Τὴν δὲ ἐν τοῖς Σαρμάταις λίμνην Ἡρακλείδην
γράφειν, ὅτι οὐδὲν τῶν ὀρνέων ὑπεραίρειν, τὸ δὲ προσελθὸν
ὑπὸ τῆς ὀσμῆς τελευτᾶν.
Ὃ δὴ καὶ περὶ τὴν Ἄορνίν τι δοκεῖ γίγνεσθαι καὶ κατίσχυ-
κεν ἡ φήμη παρὰ τοῖς πλείστοις.
ὁ δὲ Τίμαιος τοῦτο
μὲν ψεῦδος ἡγεῖται εἶναι· τὰ πλεῖστα γὰρ κατατυχεῖν τῶν
εἰθισμένων παρ᾽ αὐτῇ διαιτᾶσθαι· ἐκεῖνο μέντοι λέγει, διότι
συνδένδρων τόπων ἐπικειμένων αὐτῇ καὶ πολλῶν κλάδων καὶ
φύλλων διὰ πνεύματα τῶν μὲν κατακλωμένων, τῶν δὲ ἀποσειομένων,
οὐθέν ἐστιν ἰδεῖν ἐπ᾽ αὐτῇ ἐφεστηκός, ἀλλὰ διαμένειν
καθαράν.
• Ἐκ δὲ τῆς ἐν Ζακύνθῳ λίμνης φησὶν Εὔδοξον
ἱστορεῖν, ὅτι ἀναφέρεται πίσσα, καίτοι παρεχούσης αὐτῆς
ἰχθῦς· ὅ τι δ᾽ ἂν ἐμβάλῃς εἰς ταύτην, ἐπὶ θαλάττης φαίνεσθαι
τεττάρων ὄντων ἀνὰ μέσον σταδίων.
Λύκον δὲ περὶ τὴν ἐν Μύλαις τῆς Σικελίας δένδρα
φύεσθαι, διὰ μέσης δ᾽ αὐτῆς ἀναθεῖν ὕδωρ τὸ μὲν ψυχρόν,
τὸ δὲ τοὐναντίον.
Φανίαν δὲ τὴν τῶν _Πυράκων_ λίμνην, ὅταν
ἀναξηρανθῇ, κάεσθαι.
Καὶ τὴν Ἀσκανίαν πότιμον οὖσαν τὸ προσενεχθὲν
αὐτῇ πλύνειν ἄνευ ῥύμματος, ἐὰν ἐαθῇ δ᾽ ἐν αὐτῇ πλείω χρόνον,
διαπίπτειν αὐτόματον.
Περὶ δὲ τὴν ἐν Κιτίῳ φάσκειν Νικαγόραν, ὅτι
ἀνιμηθείσης ἐπ᾽ ὀλίγον τῆς γῆς ἅλες εὑρίσκονται.
Περὶ τῶν αὐτῶν ὑδάτων Θεόφραστόν φησι
τὸ καλούμενον Στυγὸς ὕδωρ λέγειν, ὅτι ἐστὶν ἐν Φενεῷ, στάζει
δ᾽ ἔκ τινος πετριδίου· τοὺς δὲ βουλομένους αὐτοῦ ὑδρεύεσθαι
σπόγγοις πρὸς ξύλοις δεδεμένοις λαμβάνειν διακόπτειν δὲ
πάντα τὰ ἀγγεῖα πλὴν τῶν κερατίνων. τὸν δὲ ἀπογευσάμενον
τελευτᾶν.
Ἐν δὲ τῇ Λεοντίνων ἱστορεῖν Λύκον τοὺς
ὀνομαζομένους _Δέλλους ἀναζεῖν μὲν ὡς θερμότατον τῶν
ἑψομένων, τὰς δὲ πηγὰς ἔχειν ψυχράς.
τῶν δὲ πλησιαζόντων
αὐτοῖς τὸ μὲν τῶν ὀρνίθων γένος ἀποθνῄσκειν εὐθύς, τοὺς δὲ
ἀνθρώπους μετὰ τρίτην ἡμέραν.
Ὅμοιον δὲ τούτῳ καὶ τὸ περὶ τὸν Κῷον Χυτρῖνον
γίνεσθαι· καὶ γὰρ ἐκεῖνον ἀτμὸν μὲν ἐκβάλλειν καὶ ποιεῖν
ἔμφασιν τοῦ ζεῖν, τὰ δὲ καθειμένα καθ᾽ ὑπερβολὴν ψύχειν.
Εἶναι δὲ παρὰ τοῖς Κῷοις καὶ ἄλλο τι ῥευμάτιον,
ὃ πάντας τοὺς ὀχετούς, ὅθεν διαρρεῖ, λίθους πεποίηκεν.
Τοῦτο δὲ καὶ Εὔδοξος καὶ Καλλίμαχος παραλείπουσιν,
ὅτι ἐκ τοῦδε τοῦ ὕδατος οἱ Κῷοι λίθους λατομήσαντες ᾠκοδόμησαν
τὸ θέατρον· οὕτως ἰσχυρῶς ἀπολιθοῦται πᾶν γένος.
Λέγειν δὲ τὸν Εὔδοξον καὶ περὶ τῶν ἐν τῇ Πυθοπόλει φρεάτων,
ὅτι παραπλήσιόν τι τῷ Νείλῳ πάσχουσιν·
τοῦ μὲν γὰρ θέρους ὑπὲρ τὰ χείλη πληροῦσθαι, τοῦ δὲ χειμῶνος
οὕτως ἐκλείπειν, ὥστε μηδὲ βάψαι ῥᾴδιον εἶναι.
Καὶ περὶ τοῦ κατὰ τὴν Κρήτην ὑδατίου, οὗ οἱ
ὑπερκαθίζοντες, ὅταν ὑετὸς ᾖ, διατελοῦσιν ἄβροχοι· παραδε-
δόσθαι δὴ τοῖς Κρησὶν ἀπ᾽ ἐκείνου λούσασθαι τὴν Εὐρώπην
ἀπὸ τῆς τοῦ Διὸς μίξεως.
Ἐν δὲ Λυγκήσταις Θεόπομπον φάσκειν τι εἶναι
ὕδωρ ὀξύ· τοὺς δὲ ἐκ τούτου πίνοντας ὥσπερ ἀπὸ τῶν οἴνων
ἀλλοιοῦσθαι. Καὶ τοῦθ᾽ ὑπὸ πλειόνων μαρτυρεῖται.
Τὸ δ᾽ ἐκ τῆς πέτρας Ἀρμενίων ἐκπίπτον Κτησίαν ἱστορεῖν,
ὅτι συμβάλλει ἰχθῦς μέλανας, ὧν τὸν ἀπογευσάμενον τελευτᾶν.
Περὶ δὲ πυρὸς Κτησίαν φησὶν ἱστορεῖν, ὅτι περὶ
τὴν τῶν Φασηλιτῶν χώραν ἐπὶ τοῦ τῆς Χιμαίρας ὄρους ἔστιν
τὸ καλούμενον ἀθάνατον πῦρ· τοῦτο δέ, ἐὰν μέν τις ὕδωρ
ἐμβάλῃ, καίεσθαι βελτίον, ἐὰν δὲ φορυτὸν ἐπιβαλὼν πήξῃ τις,
σβέννυσθαι.
Παραπλήσιον δὲ τούτῳ ὁρᾶται γινόμενον ἐπὶ
ἁλός· ἐδωρήσατο γὰρ ἡμῖν Σικελὸς ξένος τοιοῦτον, ὃς ἐν
μὲν τῷ πυρὶ ἐτήκετο, ἐν δὲ τῷ ὕδατι ἥλλετο.
_________._
Περὶ δὲ λίθων τὸν αὐτὸν τοῦτον λέγειν, τὸν παρὰ
τοῖς Βοττιαίοις ἐν Θρᾴκῃ γινόμενον, ὅταν ὁ ἥλιος προσβάλλῃ,
πῦρ ἐξ αὐτοῦ ἐκθυμιᾶσθαι. ἐκεῖ λίθους δ᾽ εἶναι παρεχομένους
μὲν τὴν τῶν ἀνθράκων χρείαν, διαμένοντας _δ᾽_ ἀφθάρτους,
κἂν σβέσῃ τις πάλιν, _ὡς ἐπικεχειρήκασιν, τὴν αὐτὴν ἐνέργειαν συντελεῖν.
Περὶ δὲ φυτῶν τῆς ἀκάνθης εἶδος Ἀριστοτέλην
φάσκειν περὶ τὴν Ἐρύθειαν εὑρίσκεσθαι διαποίκιλον τὴν
χρόαν, ἐξ οὗ πλῆκτρα γίνεσθαι.
Τίμων δὲ ὁ κιθαρῳδὸς
εἶχεν καὶ ἐπεδείκνυεν πολλοῖς, φάσκων αὐτῷ τὸν διδάσκαλον
Ἀριστοκλῆν δεδωρῆσθαι, εἶναι δ᾽ αὐτῶν τὴν ἁφὴν ἐν τῇ
χρείᾳ σκληράν.
Περὶ δὲ Θεσπρωτοὺς ἐκ τῆς γῆς ἄνθρακας
ὀρύττεσθαι δυναμένους κάεσθαι Θεόπομπόν φησιν καταγράφειν.
Φανίαν δὲ κατά τινας τόπους τῆς Λέσβου καὶ περὶ τῶν Νεανδριέων
τὰς βώλους πρὸς τὰς τῶν ὄψεων παθήσεις γίνεσθαι καὶ χρησίμας.
καὶ εἰς ὕδωρ ἐμβληθείσας οὔτε καταδύνειν οὔτε κατατήκεσθαι.
ὑπὸ τοῦτο τὸ γένος πίπτοι ἂν καὶ ἐν Πιτάνῃ πλίνθος ἡ λεγομένη ἐπιπλεῖν.
Περὶ δὲ τῶν ζῴων Λύκον μὲν ἐν τῇ Διομηδείᾳ
τῇ νήσῳ φησὶν ἱστορεῖν τοὺς ἐρωδιοὺς ὑπὸ μὲν τῶν Ἑλλήνων,
ὅταν παραβάλλῃ τις εἰς τοὺς τόπους, οὐ μόνον ψαυομένους
ὑπομένειν, ἀλλὰ καὶ προσπετομένους εἰς τοὺς κόλπους ἐνδύνειν
καὶ σαίνειν φιλοφρόνως _____._.
λέγεσθαι δέ τι τοιοῦτον ὑπὸ
τῶν ἐγχωρίων, ὡς τῶν τοῦ Διομήδους ἑταίρων εἰς τὴν τῶν
ὀρνέων τούτων φύσιν μετασχηματισθέντων.
Τοὺς δὲ περὶ τὸν Ἀδρίαν ἐνοικοῦντας Ἐνετοὺς
Θεόπομπον φάσκειν κατὰ τὸν σπόρου καιρὸν τοῖς κολοιοῖς
ἀποστέλλειν δῶρα, ταῦτα δ᾽ εἶναι ψαιστὰ καὶ μάζας. προθέντας
δὲ τοὺς ταῦτα κομίζοντας ἀποχωρεῖν, τῶν δὲ ὀρνέων τὸ μὲν
πλῆθος ἐπὶ τοῖς ὁρίοις μένειν τῆς χώρας συνηθροισμένον,
δύο δ᾽ ἢ τρεῖς προσπτάντας καὶ καταμαθόντας ἀφίπτασθαι
πάλιν καθάπερεί τινας πρέσβεις ἢ κατασκόπους. ἐὰν μὲν
οὖν τὸ πλῆθος
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου